- 텍스트

Dionysius of Halicarnassus, De Isocrate, chapter 9 1:

(디오니시오스, De Isocrate, chapter 9 1:)

διδάσκει δέ, ὡς οὐ Μεσσηνίοις τοῖς οὐκέτ οὖσιν ἀλλὰ δούλοις καὶ εἵλωσιν ὁρμητήριον καὶ καταφυγὴν παρέξουσι τὴν πόλιν.? διεξέρχεταί τε τοὺς κινδύνους τῶν προγόνων, οὓς ὑπέμειναν ἕνεκα τῆς ἡγεμονίας, καὶ τῆς δόξης ὑπομιμνήσκει τῆς παρὰ τοῖς Ἕλλησιν ὑπαρχούσης περὶ αὐτῶν παραινεῖ τε μὴ συγκαταπίπτειν ταῖς τύχαις μηδ ἀπογιγνώσκειν τὰς μεταβολάς, ἐνθυμουμένους ὅτι πολλοὶ μὲν ἤδη μείζω δύναμιν ἔχοντες ἢ Θηβαῖοι ὑπὸ τῶν ἀσθενεστέρων ἐκρατήθησαν, πολλοὶ δὲ εἰς πολιορκίαν κατακλεισθέντες καὶ δεινότερα ἢ Λακεδαιμόνιοι πάσχοντες διέφθειραν τοὺς ἐπιστρατεύσαντας. καὶ παράδειγμα ποιεῖται τὴν Ἀθηναίων πόλιν, ἥτις ἐκ πολλῆς εὐδαιμονίας ἀνάστατος γενομένη τοὺς ἐσχάτους ὑπέστη κινδύνους, ἵνα μὴ τοῖς βαρβάροις ποιῇ τὸ προσταττόμενον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION