호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ ἐλεύθερον οὐκ ἐν τῷ καταφρονεῖν τῶν ἀρχόντων ἀλλ ἐν τῷ τὰ κελευόμενα ποιεῖν τίθεσθαι, ἐξουσίαν τε οὐθενὶ τῶν ἀκολάστων ἐπιτρέπειν, ἀλλὰ τοῖς βελτίστοις ἀνατιθέναι τὰς ἀρχάς, τοιούτους ἔσεσθαι τοὺς ἄλλους ὑπολαμβάνοντας, οἱοί῀ περ ἂν ὦσιν οἱ τὴν πόλιν διοικοῦντες.? ἀντὶ δὲ τοῦ τὰς ἰδίας οὐσίας ἐκ τῶν δημοσίων ἐπανορθοῦν τοὺς ἰδίους πλούτους εἰς τὰ κοινὰ καταχορηγεῖν. χωρὶς δὲ τούτων πλείω τὴν ἐπιμέλειαν ποιεῖσθαι τοὺς πατέρας τῶν υἱῶν ἀνδρῶν γενομένων ἢ παίδων ὄντων ἐποιοῦντο, ἐνθυμουμένους, ὡς οὐκ ἐξ ἐκείνης τῆς παιδείας ἀλλ ἐκ ταύτης τῆς σωφροσύνης μᾶλλον ὠφελεῖται τὸ κοινόν. κρείττονά τε ὑπολαμβάνειν τὰ χρηστὰ ἐπιτηδεύματα τῆς ἀκριβοῦς νομοθεσίας, σκοποῦντας οὐχ ὅπως ταῖς τιμωρίαις τοὺς ἁμαρτάνοντας ἀνείρξουσιν, ἀλλ ὡς μηδὲν ἄξιον ζημίας ἕκαστον παρασκευάσουσιν ἐπιτηδεύειν, καὶ τὴν μὲν πατρίδα δεῖν οἰομένους ἐν ἐξουσίᾳ διάγειν μεγάλῃ, τοῖς δ ἰδιώταις μηδὲν ἐξεῖναι ποιεῖν, ὅ τι ἂν οἱ νόμοι κωλύωσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기