호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ δὲ ἐν τῷ πραγματικῷ τόπῳ θεωρήματα τὰ μὲν ὅμοια τοῖς Λυσίου, τὰ δὲ κρείττονα.? ἡ μὲν εὑρ´εσις ἡ τῶν ἐνθυμημάτων ἡ πρὸς ἕκαστον ἁρμόττουσα πρᾶγμα πολλὴ καὶ πυκνὴ καὶ οὐδὲν ἐκείνης λειπομένη. καὶ χρίσις ὡσαύτως ἀπὸ μεγάλης φρονήσεως γινομένη. τάξις δὲ καὶ μερισμοὶ τῶν πραγμάτων καὶ ἡ κατ ἐπιχείρημα ἐξεργασία καὶ τὸ διαλαμβάνεσθαι τὴν ὁμοείδειαν ἰδίαις μεταβολαῖς καὶ ξένοις ἐπεισοδίοις τά τε ἄλλα ὅσα περὶ τὴν πραγματικὴν οἰκονομίαν ἔστιν ἀγαθὰ πολλῷ μείζονά ἐστι παρ Ἰσοκράτει καὶ κρείττονα, μάλιστα δ ἡ προαίρεσις ἡ τῶν λόγων, περὶ οὓς ἐσπούδαζε, καὶ τῶν ὑποθέσεων τὸ κάλλος, ἐν αἷς ἐποιεῖτο τὰς διατριβάς. ἐξ ὧν οὐ λέγειν δεινοὺς μόνον ἀπεργάσαιτ ἂν τοὺς προσέχοντας αὐτῷ τὸν νοῦν, ἀλλὰ καὶ τὰ ἤθη σπουδαίους, οἴκῳ τε καὶ πόλει καὶ ὅλῃ τῇ Ἑλλάδι χρησίμους. κράτιστα γὰρ δὴ παιδεύματα πρὸς ἀρετὴν ἐν τοῖς Ἰσοκράτους ἔστιν εὑρεῖν λόγοις. καὶ ἔγωγέ φημι χρῆναι τοὺς μέλλοντας οὐχὶ μέρος τι τῆς πολιτικῆς δυνάμεως ἀλλ ὅλην αὐτὴν κτήσασθαι τοῦτον ἔχειν τὸν ῥήτορα διὰ χειρός. τὴν ἀληθινὴν φιλοσοφίαν, μὴ τὸ θεωρητικὸν αὐτῆς μόνον ἀγαπῶν ἀλλὰ καὶ τὸ πρακτικόν, μηδ ἀφ ὧν αὐτὸς ἄλυπον ἕξει βίον, ταῦτα προαιρούμενος, ἀλλ ἐξ ὧν πολλοὺς ὠφελήσει, παρακελευσαίμην ἂν αὐτῷ τὴν ἐκείνου τοῦ ῥήτορος μιμεῖσθαι προαίρεσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기