- 텍스트

Dionysius of Halicarnassus, De Compositione Verborum, chapter 24

(디오니시오스, De Compositione Verborum, chapter 24)

ἡ δὲ τρίτη καὶ μέση τῶν εἰρημένων δυεῖν ἁρμονιῶν, ἣν εὔκρατον καλῶ σπάνει κυρίου τε καὶ κρείττονος ὀνόματος, σχῆμα μὲν ἴδιον οὐδὲν ἔχει, κεκέρασται δὲ ὡς ἐξ ἐκείνων μετρίως καὶ ἔστιν ἐκλογή τις τῶν ἐν ἑκατέρᾳ κρατίστων.? αὕτη δοκεῖ μοι τὰ πρωτεῖα ἐπιτηδεία εἶναι φέρεσθαι, ἐπειδὴ μεσότης μέν τίς ἐστι μεσότης δὲ ἡ ἀρετὴ καὶ βίων καὶ ἔργων , ὡς Ἀριστοτέλει τε δοκεῖ καὶ τοῖς ἄλλοις ὅσοι κατ ἐκείνην τὴν αἱρ´εσιν φιλοσοφοῦσιν, ὁρᾶται δ, ὥσπερ ἔφην καὶ πρότερον, οὐ κατὰ ἀπαρτισμὸν ἀλλ ἐν πλάτει, καὶ τὰς εἰδικὰς ἔχει διαφορὰς πολλάς: οἵ τε χρησάμενοι αὐτῇ οὐ τὰ αὐτὰ πάντες οὐδ ὁμοίως ἐπετήδευσαν, ἀλλ οἳ μὲν ταῦτα μᾶλλον, οἳ δ ἐκεῖνα, ἐπέτεινάν τε καὶ ἀνῆκαν ἄλλως ἄλλοι τὰ αὐτά, καὶ πάντες ἐγένοντο λόγου ἄξιοι κατὰ πάσας τὰς ἰδέας τῶν λόγων. κορυφὴ μὲν οὖν ἁπάντων καὶ σκοπός, ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι, δικαίως ἂν Ὅμηρος λέγοιτο. πᾶς γὰρ αὐτῷ τόπος, ὅτου τις ἂν ἅψηται, ταῖς τε αὐστηραῖς καὶ ταῖς γλαφυραῖς ἁρμονίαις εἰς ἄκρον διαπεποίκιλται. τῶν δ ἄλλων ὅσοι τὴν αὐτὴν μεσότητα ἐπετήδευσαν, ὕστεροι μὲν Ὁμήρου μακρῷ παρ ἐκεῖνον ἐξεταζόμενοι φαίνοιντ ἄν, καθ ἑαυτοὺς δὲ εἰ θεωροίη τις αὐτούς, ἀξιοθέατοι, μελοποιῶν μὲν Στησίχορός τε καὶ Ἀλκαῖος, τραγῳδοποιῶν δὲ Σοφοκλῆς, συγγραφέων δὲ Ἡρόδοτος, ῥητόρων δὲ Δημοσθένης, φιλοσόφων δὲ κατ ἐμὴν δόξαν Δημόκριτός τε καὶ Πλάτων καὶ Ἀριστοτέλης: τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους. καὶ περὶ μὲν τῶν χαρακτήρων ταῦθ ἱκανά. παραδείγματα γὰρ τούτων οὐκ οἰόμαι δεῖν φέρειν, φανερῶν πάνυ ὄντων καὶ οὐδὲν δεομένων λόγου. εἰ δέ τινι δοκεῖ καὶ πόνου πολλοῦ ταῦτα καὶ πραγματείας μεγάλης ἄξια εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ κατὰ τὸν Δημοσθένην: ἀλλ ἐὰν λογίσηται τοὺς ἐξακολουθοῦντας αὐτοῖς κατορθουμένοις ἐπαίνους καὶ τὸν καρπὸν τὸν ἀπ αὐτῶν ὡς γλυκύς, εὐπαθείας ἡγήσεται τοὺς πόνους. Ἐπικουρείων δὲ χορόν, οἷς οὐδὲν μέλει τούτων, παραιτοῦμαι: πολλῆς ἀργίας ἦν καὶ σκαιότητος ἀλεξιφάρμακον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION