호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διωρισμένων δή μοι τούτων ἀκόλουθον ἂν εἰή λέγειν, τίνα ἐστὶν ὧν δεῖ στοχάζεσθαι τὸν βουλόμενον συντιθέναι τὴν λέξιν εὖ καὶ διὰ τίνων θεωρημάτων τυγχάνοι τις ἂν ὧν βούλεται.? ἡ δὲ Ἡροδότου σύνθεσις ἀμφότερα ταῦτα ἔχει, καὶ γὰρ ἡδεῖά ἐστι καὶ καλή. δοκεῖ δέ μοι δύο ταῦτ εἶναι τὰ γενικώτατα, ὧν ἐφίεσθαι δεῖ τοὺς συντιθέντας μέτρα τε καὶ λόγους, ἥ τε ἡδονὴ καὶ τὸ καλόν: ἀμφότερα γὰρ ἐπιζητεῖ ταῦτα ἡ ἀκοή, ὅμοιόν τι πάσχουσα τῇ ὁράσει: καὶ γὰρ ἐκείνη πλάσματα καὶ γραφὰς καὶ γλυφὰς καὶ ὅσα δημιουργήματα χειρῶν ἐστιν ἀνθρωπίνων ὁρῶσα ὅταν εὑρίσκῃ τό τε ἡδὺ ἐνὸν ἐν αὐτοῖς καὶ τὸ καλόν, ἀρκεῖται καὶ οὐδὲν ἔτι ποθεῖ. καὶ μὴ παράδοξον ἡγήσηταί τις, εἰ δύο ποιῶ τέλη καὶ χωρίζω τὸ καλὸν ἀπὸ τῆς ἡδονῆς, μηδ ἄτοπον εἶναι νομίσῃ, εἴ τινα ἡγοῦμαι λέξιν ἡδέως μὲν συγκεῖσθαι, μὴ καλῶς δέ, ἢ καλῶς μέν, οὐ μὴν καὶ ἡδέως: φέρει γὰρ ἡ ἀλήθεια τὸ τοιοῦτον καὶ οὐδὲν ἀξιῶ καινόν: ἥ γέ τοι Θουκυδίδου λέξις καὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου καλῶς μὲν σύγκειται νὴ Δία, εἴ πέρ τινες καὶ ἄλλαι, καὶ οὐκ ἄν τις αὐτὰς ἔχοι μέμψασθαι κατὰ τοῦτο, οὐ μὴν ἡδέως γε πάνυ: ἡ δέ γε τοῦ Κνιδίου συγγραφέως Κτησίου καὶ ἡ τοῦ Σωκρατικοῦ Ξενοφῶντος ἡδέως μὲν ὡς ἔνι μάλιστα, οὐ μὴν καλῶς γ ἐφ ὅσον ἔδει: λέγω δὲ κοινότερον, ἀλλ οὐχὶ καθάπαξ, ἐπεὶ καὶ παρ ἐκείνοις ἡρ´μοσταί τινα ἡδέως καὶ παρὰ τούτοις καλῶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기