- 텍스트

Dionysius of Halicarnassus, De Compositione Verborum, chapter 9

(디오니시오스, De Compositione Verborum, chapter 9)

ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν, ἃς οὐκ ἄλλου τινὸς ἕνεκα ποιοῦσι ποιηταί τε καὶ συγγραφεῖς ἢ τῆς ἁρμονίας, ἵν ἡδεῖα καὶ καλὴ γένηται, πάνυ ὀλίγου δεῖν οἰόμαι λόγου.? τίς γὰρ οὐκ ἂν ὁμολογήσαι τήνδε μὲν τὴν λέξιν ἣν ὁ Δημοσθένης εἴρηκε προσθήκῃ πλεονάζειν οὐκ ἀναγκαίᾳ τῆς ἁρμονίας ἕνεκα· "ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ. τραχύτερον τοῦ δέοντος ὀ`ν καὶ οὐχ ἡδὺ ἀκουσθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον. καὶ ἔτι τὴν Πλατωνικὴν ἐκείνην περίοδον, ἣν ἐν τῷ ἐπιταφίῳ ὁ ἀνὴρ γράφει, τίς οὐκ ἂν φαίη παραπληρώματι λέξεως οὐκ ἀναγκαίῳ προσηρανίσθαι· "ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος γίνεται τοῖς πράξασι παρὰ τῶν ἀκουσάντων. πάρισόν τε καὶ ἐφάμιλλον τοῖς πρὸ αὐτοῦ γένηται. , τρίκωλον ἐν τοῖς πάνυ ἐπαινούμενον, οὐχὶ τῆς αὐτῆς ἰδέας ἔχεται· , τοῦτο εἰς τρία διῄρηται, τῆς αὐτῆς λέξεως οὐ τοῦ ἀναγκαίου ἕνεκα, τοῦ δὲ ἡδίω ποιῆσαι τὴν ἁρμονίαν πολλάκις τεθείσης . τῆς μὲν δὴ προσθέσεως ἣ γίνεται τοῖς κώλοις οὗτος ὁ τρόπος: τῆς ἀφαιρέσεως δὲ τίς· ὅταν τῶν ἀναγκαίων τι λέγεσθαι λυπεῖν μέλλῃ καὶ διοχλεῖν τὴν ἀκρόασιν, ἀφαιρεθὲν δὲ χαριεστέραν ποιῇ τὴν ἁρμονίαν: οἱά῀ ἐστιν ἐν μὲν τοῖς μέτροις τὰ Σοφόκλεια ταυτί: μύω τε καὶ δέδορκα κἀξανίσταμαι πλέον φυλάσσων αὐτὸς ἢ φυλάσσομαι: ἐνταυθοῖ γὰρ ὁ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων: , τὸ δὲ μέτρον ἠδίκητο καὶ οὐκ ἂν ἔσχεν ἣν νῦν ἔχει χάριν. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα: "ἐγὼ δ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω. μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων ἑκάτερον: αὐτοτελῆ δ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξήνεγκεν: "ἐγὼ δ ὅτι μὲν τινῶν κατηγοροῦντα ὡς οὐκ ἐπιτηδείων ἔχειν τὴν ἀτέλειαν πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω. ἀλλ οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρόνοιαν τῆς ἀκριβείας τῶν κώλων ἢ τῆς εὐρυθμίας. τὰ δ αὐτὰ εἰρήσθω μοι καὶ περὶ τῶν καλουμένων περιόδων: καὶ γὰρ ταύτας χρὴ τάς τε προηγουμένας καὶ τὰς ἑπομένας οἰκείως συναρμόττειν, ὅταν ἐν περιόδοις προσήκῃ τὸν λόγον ἐκφέρειν: οὐ γὰρ δὴ πανταχῇ γε τὸ ἐμπερίοδον χρήσιμον. καὶ αὐτὸ δὲ τοῦτο τὸ θεώρημα τῆς συνθετικῆς ἐπιστήμης ἴδιον, πότε δεῖ χρῆσθαι περιόδοις καὶ μέχρι πόσου καὶ πότε μή.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION