- 텍스트

Dionysius of Halicarnassus, De Compositione Verborum, chapter 8

(디오니시오스, De Compositione Verborum, chapter 8)

ἡ μὲν δὴ περὶ τὴν ἁρμογὴν τῶν κώλων θεωρία τοιαύτη, ἡ δὲ περὶ τὸν σχηματισμὸν ποδαπή·? οὐκ ἔστιν εἷς τρόπος τῆς ἐκφορᾶς ἁπάντων τῶν νοημάτων, ἀλλὰ τὰ μὲν ὡς ἀποφαινόμενοι λέγομεν, τὰ δ ὡς πυνθανόμενοι, τὰ δ ὡς εὐχόμενοι, τὰ δ ὡς ἐπιτάττοντες, τὰ δ ὡς διαποροῦντες, τὰ δ ὡς ὑποτιθέμενοι, τὰ δὲ ἄλλως πως σχηματίζοντες, οἷς ἀκολούθως καὶ τὴν λέξιν πειρώμεθα σχηματίζειν. πολλοὶ δὲ δή που σχηματισμοὶ καὶ τῆς λέξεώς εἰσιν ὥσπερ καὶ τῆς διανοίας, οὓς οὐχ οἱό῀ν τε κεφαλαιωδῶς περιλαβεῖν, ἴσως δὲ καὶ ἄπειροι: περὶ ὧν καὶ πολὺς ὁ λόγος καὶ βαθεῖα ἡ θεωρία. οὐ δὴ τὸ αὐτὸ δύναται ποιεῖν τὸ αὐτὸ κῶλον οὕτω σχηματισθὲν ἢ οὕτως. ἐρῶ δὲ ἐπὶ παραδείγματος: , ἆρ οὕτως ἂν συνέκειτο χαριέντως, ὡς νῦν σύγκειται· "οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ: "οὐδ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ: . πολὺς δ ἂν εἰή μοι λόγος, εἰ περὶ πάντων βουλοίμην λέγειν τῶν σχηματισμῶν ὅσους τὰ κῶλα ἐπιδέχεται. ἀπόχρη δὲ εἰσαγωγῆς ἕνεκα τοσαῦτα εἰρῆσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION