- 텍스트

Dionysius of Halicarnassus, De Compositione Verborum, chapter 7

(디오니시오스, De Compositione Verborum, chapter 7)

μία μὲν δὴ θεωρία τῆς συνθετικῆς ἐπιστήμης ἡ περὶ αὐτὰ τὰ πρῶτα μόρια καὶ στοιχεῖα τῆς λέξεως ἥδε:? ἑτέρα δέ, ὥσπερ καὶ κατ ἀρχὰς ἔφην, ἡ περὶ τὰ καλούμενα κῶλα, ποικιλωτέρας τε δεομένη πραγματείας καὶ μείζονος, ὑπὲρ ἧς αὐτίκα δὴ πειράσομαι λέγειν ὡς ἔχω γνώμης. καὶ γὰρ ταῦτα ἁρμόσαι πρὸς ἄλληλα δεῖ ὥστ οἰκεῖα φαίνεσθαι καὶ φίλα καὶ σχηματίσαι ὡς ἂν ἐνδέχηται κράτιστα προκατασκευάσαι τε, εἴ πού τι δέοι, μειώσει καὶ πλεονασμῷ καὶ εἰ δή τιν ἄλλην μετασκευὴν δέχεται τὰ κῶλα: τούτων δ ἕκαστον ἡ πεῖρα αὐτὴ διδάσκει: πολλάκις γὰρ τουτὶ τὸ κῶλον τούτου μὲν προτεθὲν ἢ ἐπὶ τούτῳ τεθὲν εὐστομίαν τινὰ ἐμφαίνει καὶ σεμνότητα, ἑτέραν δέ τινα συζυγίαν λαβὸν ἄχαρι φαίνεται καὶ ἄσεμνον. ὃ δὲ λέγω, σαφέστερον ἔσται, εἴ τις αὐτὸ ἐπὶ παραδείγματος ἴδοι. ἔστι δή τις παρὰ τῷ Θουκυδίδῃ λέξις ἐν τῇ Πλαταιέων δημηγορίᾳ πάνυ χαριέντως συγκειμένη καὶ μεστὴ πάθους ἥδε: "ὑμεῖς τε ὦ Λακεδαιμόνιοι ἡ μόνη ἐλπίς, δέδιμεν, μὴ οὐ βέβαιοι ἦτε. φέρε δή τις λύσας τὴν συζυγίαν ταύτην μεθαρμοσάτω τὰ κῶλα οὕτως: "ὑμεῖς τε, ὦ Λακεδαιμόνιοι, δέδιμεν μὴ οὐ βέβαιοι ἦτε, ἡ μόνη ἐλπίς. ἆρ ἔτι μένει τοῦτον τὸν τρόπον ἡρμοσμένων τῶν κώλων ἡ αὐτὴ χάρις ἢ τὸ αὐτὸ πάθος· οὐδεὶς ἂν εἴποι. "τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφει· λύσας τις καὶ μεταθεὶς τὰ κῶλα τουτονὶ τὸν τρόπον ἐξενέγκαι: , ἆρ ὁμοίως ἔσται δικανικὴ καὶ στρογγύλη· ἐγὼ μὲν οὐκ οἰόμαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION