호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐδόκει δή μοι τῇ φύσει μάλιστα ἡμᾶς ἑπομένους οὕτω δεῖν ἁρμόττειν τὰ μόρια τοῦ λόγου, ὡς ἐκείνη βούλεται.? αὐτίκα τὰ ὀνόματα πρότερα ἠξίουν τάττειν τῶν ῥημάτων τὰ μὲν γὰρ τὴν οὐσίαν δηλοῦν, τὰ δὲ τὸ συμβεβηκός, πρότερον δ εἶναι τῇ φύσει τὴν οὐσίαν τῶν συμβεβηκότων, ὡς τὰ Ὁμηρικὰ ἔχει ταυτί: ἄνδρά μοι ἔννεπε Μοῦσα πολύτροπον καὶ μῆνιν ἀείδε, θεά καὶ ἠέλιος δ ἀνόρουσε λιπών καὶ τὰ παραπλήσια τούτοις: ἡγεῖται μὲν γὰρ ἐν τούτοις τὰ ὀνόματα, ἕπεται δὲ τὰ ῥήματα. πιθανὸς ὁ λόγος, ἀλλ οὐκ ἀληθὴς ἔδοξεν εἶναί μοι. ἕτερα γοῦν παράσχοι τις ἂν παραδείγματα παρὰ τῷ αὐτῷ ποιητῇ κείμενα ἐναντίως συντεταγμένα ἢ ταῦτα συντέτακται, καλὰ δὲ οὐχ ἧττον καὶ πιθανά. οἱά῀ τινά ἐστι ταῦτα: κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη καὶ ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ ἔχουσαι . . . μνῆσαι πατρὸς σεῖο, θεοῖς ἐπιείκελ Ἀχιλλεῦ. ἐν γὰρ τούτοις ἡγεῖται μὲν τὰ ῥήματα, ὑποτέτακται δὲ τὰ ὀνόματα: καὶ οὐδεὶς ἂν αἰτιάσαιτο τὴν σύνταξιν ταύτην ὡς ἀηδῆ. ἔτι πρὸς τούτοις ἄμεινον ἐδόκουν εἶναι τὰ ῥήματα προτάττειν τῶν ἐπιρρημάτων, ἐπειδὴ πρότερόν ἐστι τῇ φύσει τὸ ποιοῦν ἢ πάσχον τῶν συνεδρευόντων αὐτοῖς, τρόπου λέγω καὶ τόπου καὶ χρόνου καὶ τῶν παραπλησίων, ἃ δὴ καλοῦμεν ἐπιρρήματα, παραδείγμασι χρώμενος τούτοις: τύπτε δ ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ ἀεικής . . . ἤριπε δ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν . . . ἐκλίνθη δ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρός. ἐν ἅπασι γὰρ δὴ τούτοις ὕστερα τέτακται τῶν ῥημάτων τὰ ἐπιρρήματα. καὶ τοῦτο πιθανὸν μὲν ὡς τὸ πρῶτον, οὐκ ἀληθὲς δὲ ὡς οὐδ ἐκεῖνο. τάδε γὰρ δὴ παρὰ τῷ αὐτῷ ποιητῇ ἐναντίως εἴρηται: βοτρυδὸν δὲ πέτονται ἐπ ἄνθεσιν εἰαρινοῖσι . . . σήμερον ἄνδρα φάοσδε μογοστόκος Εἰλείθυια ἐκφανεῖ. ἆρ οὖν τι χείρω γέγονε τὰ ποιήματα ὑποταχθέντων τοῖς ἐπιρρήμασι τῶν ῥημάτων· οὐδεὶς ἂν εἴποι. ἔτι καὶ τόδε ᾤμην δεῖν μὴ παρέργως φυλάττειν, ὅπως τὰ πρότερα τοῖς χρόνοις καὶ τῇ τάξει πρότερα λαμβάνηται: οἱά῀ ἐστι ταῦτα: αὖ ἔρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν καὶ λίγξε βιός, νευρὴ δὲ μέγ ἰάχεν, ἆλτο δ ὀιστός καὶ σφαῖραν ἔπειτ ἔρριψε μετ ἀμφίπολον βασίλεια: ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ ἔμβαλε δίνῃ. νὴ Δία, φαίη τις ἄν, εἴ γε μὴ καὶ ἄλλα ἦν πολλὰ οὐχ οὕτω συντεταγμένα ποιήματα οὐδὲν ἧττον ἢ ταῦτα καλά: πλῆξε δ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων, πρότερον γὰρ δή που τὸ ἐπανατείνασθαί ἐστι τοῦ πλῆξαι. καὶ ἔτι ἤλασεν ἄγχι στάς, πέλεκυς δ ἀπέκοψε τένοντας αὐχενίους, πρῶτον γὰρ δή που προσῆκεν τῷ μέλλοντι τὸν πέλεκυν ἐμβάλλειν εἰς τοὺς τένοντας τοῦ ταύρου τὸ στῆναι αὐτοῦ πλησίον. ἔτι πρὸς τούτοις ἠξίουν τὰ μὲν ὀνοματικὰ προτάττειν τῶν ἐπιθέτων, τὰ δὲ προσηγορικὰ τῶν ὀνοματικῶν, τὰς δ ἀντονομασίας τῶν προσηγορικῶν, ἔν τε τοῖς ῥήμασι φυλάττειν, ἵνα τὰ ὀρθὰ τῶν ἐγκλινομένων ἡγῆται καὶ τὰ παρεμφατικὰ τῶν ἀπαρεμφάτων, καὶ ἄλλα τοιαῦτα πολλά. πάντα δὲ ταῦτα διεσάλευεν ἡ πεῖρα καὶ τοῦ μηδενὸς ἄξια ἀπέφαινε. τοτὲ μὲν γὰρ ἐκ τούτων ἐγίνετο καὶ τῶν ὁμοίων αὐτοῖς ἡδεῖα ἡ σύνθεσις καὶ καλή, τοτὲ δ ἐκ τῶν μὴ τοιούτων ἀλλ ἐναντίων. διὰ ταύτας μὲν δὴ τὰς αἰτίας τῆς τοιαύτης θεωρίας ἀπέστην. ἐμνήσθην δ αὐτῶν καὶ νῦν οὐχ ὡς σπουδῆς ἀξίων, καὶ τὰς διαλεκτικὰς παρεθέμην τέχνας οὐχ ὡς ἀναγκαίας, ἀλλ ἵνα μηδεὶς δοκῶν ἔχειν τι αὐτὰς χρήσιμον εἰς τὴν παροῦσαν θεωρίαν περὶ πολλοῦ ποιῆται εἰδέναι, θηρευθεὶς ταῖς ἐπιγραφαῖς τῶν πραγματειῶν ὁμοιότητά τινα ἐχούσαις καὶ τῇ δόξῃ τῶν συνταξαμένων αὐτάς. ἐπάνειμι δὴ ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἀφ ἧς εἰς ταῦτ ἐξέβην, ὅτι πολλὴ πρόνοια τοῖς ἀρχαίοις ἦν καὶ ποιηταῖς καὶ συγγραφεῦσι φιλοσόφοις τε καὶ ῥήτορσι τῆς ἰδέας ταύτης, καὶ οὔτε τὰ ὀνόματα τοῖς ὀνόμασιν οὔτε τὰ κῶλα τοῖς κώλοις οὔτε τὰς περιόδους ἀλλήλαις εἰκῇ συνάπτειν ᾤοντο δεῖν, τέχνη δέ τις ἦν παρ αὐτοῖς καὶ θεωρήματα οἷς χρώμενοι συνετίθεσαν εὖ. τίνα δ ἦν τὰ θεωρήματα ταῦτα, ἐγὼ πειράσομαι διδάσκειν, ὡς ἂν οἱό῀ς τε ὦ, ὅσα μοι δύναμις ἐγένετο συνεξευρεῖν, οὐχ ἅπαντα λέγων ἀλλ αὐτὰ τὰ ἀναγκαιότατα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기