호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιούτου γοῦν τινος γενομένου καὶ τότε καταφρονήσαντες οἱ Ῥωμαῖοι καὶ ὑπὸ Ποντίου τοῦ Σαυνίτου κατακλεισθέντες εἰς ἀνεξόδους δυσχωρίας, μέλλοντες ἤδη τῷ λιμῷ διαφθείρεσθαι παρέδωκαν ἑαυτοὺς τοῖς πολεμίοις ἀμφὶ τοὺς τετρακισμυρίους ὄντες:? καὶ καταλείψαντες τά τε ὅπλα καὶ τὰ χρήματα τὸν ζυγὸν ἅπαντες ὑπῆλθον: τοῦτο δὲ σημεῖον τῶν ὑπὸ χεῖρας ἐλθόντων ἐστί. μετ οὐ πολὺ δὲ τὰ αὐτὰ καὶ ὁ Πόντιος ὑπὸ Ῥωμαίων ἔπαθε, καὶ τὸν ζυγὸν ὑπῆλθον καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기