호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ῥωμαίων εἰς τὸν κατὰ Σαυνιτῶν τελευταῖον πόλεμον ἐξιόντων κεραυνὸς εἰς τὸν ἐπιφανέστατον τόπον κατασκήψας πέντε μὲν στρατιώτας ἀπέκτεινε, δύο δὲ σημείας διέφθειρεν, ὅπλα δὲ πολλὰ τὰ μὲν κατέκαυσε, τὰ δ ἐσπίλωσε.? κεραυνοὶ δὲ κατηνέχθησαν τοῖς ἔργοις ἔτυμον φέροντες τοὔνομα: κεραϊσμοὶ γάρ τινές εἰσι καὶ μεταβολαὶ τῶν ὑποκειμένων εἰς τἀναντία τρέποντες τὰς ἀνθρωπίνας τύχας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기