호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ τοὺς προβούλους τῶν Σαυνιτῶν ἔλεξαν:? ἀδικεῖτε, ἄνδρες Σαυνῖται, παραβαίνοντες τὰς ὁμολογίας, ἃς ἐποιήσασθε πρὸς ἡμᾶς, ὄνομα μὲν ὑποδυόμενοι συμμάχων, ἔργα δὲ πράττοντες πολεμίων, πολλαῖς μὲν ἡττηθέντες ὑπὸ Ῥωμαίων μάχαις, δεήσει δὲ μεγάλῃ καταλυσάμενοι τὸν πόλεμον καὶ τυχόντες εἰρήνης οἱάς ἐβούλεσθε:
τὰ δὲ τελευταῖα φίλοι γενέσθαι τῆς πόλεως ἡμῶν προθυμηθέντες καὶ σύμμαχοι καὶ τοὺς αὐτοὺς Ῥωμαίοις ὀμόσαντες ἕξειν ἐχθροὺς καὶ φίλους. ὧν ἁπάντων ἐπιλαθόμενοι καὶ παρ οὐδὲν ἡγησάμενοι τοὺς ὁρ´κους ἐγκατελείπετε μὲν ἡμᾶς ἐν τῷ πρὸς Λατίνους πολέμῳ καὶ πρὸς Οὐολούσκους συστάντι, οὓς δι ὑμᾶς ἐχθροὺς ἔχομεν οὐ βουλόμενοι τοῦ καθ ὑμῶν αὐτοῖς συνάρασθαι πολέμου:
ἐν δὲ τῷ παρελθόντι ἐνιαυτῷ Νεαπολίτας δεδιότας ἀναδεῖξαι τὸν καθ ἡμῶν πόλεμον ἁπάσῃ σπουδῇ καὶ προθυμίᾳ χρώμενοι παρωρμήσατε, μᾶλλον δ ἠναγκάσατε καὶ τὰς δαπάνας ἐπιχορηγεῖτε καὶ τὴν πόλιν δι ὑμῶν αὐτῶν ἔχετε.
νῦν δὲ παρασκευάζεσθε στρατιὰν ἐκ παντὸς ἀγείροντες τόπου, πρόφασιν μὲν ἑτέραν ποιούμενοι, τὸ δ ἀληθὲς ἐπὶ τοὺς ἡμετέρους ἐγνωκότες ἄγειν ἀποίκους:
καὶ ἐπὶ ταύτας τὰς ἀδίκους πλεονεξίας Φουνδανοὺς παρακαλεῖτε καὶ Φορμιανοὺς καὶ ἄλλους τινάς, οἷς ἡμεῖς ἰσοπολιτείας μετεδώκαμεν. οὕτω δὲ φανερῶς καὶ ἀναισχύντως συγχεόντων ὑμῶν τὰ περὶ τῆς φιλίας καὶ συμμαχίας ὁρ´κια, πρεσβείαν πρὸς ὑμᾶς ἐκρίναμεν ἀποστεῖλαι πρῶτον, καὶ μὴ πρότερον ἄρξαι τῶν ἔργων πρὶν ἢ πειραθῆναι τῶν λόγων.
ἃ δὲ προκαλούμεθα ὑμᾶς, καὶ ὧν τυχόντες τὴν ἐπὶ τοῖς παρελθοῦσιν ὀργὴν ἀποπληρώσειν οἰόμεθα, ταῦτα ἔστι:
πρῶτον μὲν ἀπάγειν ὑμᾶς ἀξιοῦμεν τὴν ἀποσταλεῖσαν Νεαπολίταις συμμαχίαν, ἔπειτα μηδεμίαν ἐκπέμπειν στρατιὰν κατὰ τῶν ἀποίκων τῶν ἡμετέρων μηδὲ τοὺς ὑπηκόους ἐπὶ πάσας τὰς πλεονεξίας παρακαλεῖν: εἰ δὲ μὴ πᾶσι δόξαντα ταῦτα ὑμῖν ἔπραττόν τινες, ἀλλ ἀπὸ τῆς ἑαυτῶν γνώμης, παραδοῦναι τοὺς ἄνδρας ἡμῖν ἐπὶ δίκην.
τούτων τυχόντες ἀρκούμεθα, μὴ τυχόντες δὲ θεοὺς καὶ δαίμονας, οὓς ἐν ταῖς συνθήκαις ὠμόσατε, μαρτυρόμεθα, καὶ τοὺς εἰρηνοδίκας ἐπὶ τοῦτο ἄγοντες ἐληλύθαμεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기