- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 15, chapter 3

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 15, chapter 3)

ὅτι Κοίντου Σερουιλίου τὸ τρίτον καὶ Γαίου Μαρκίου Ῥουτίλου ὑπατευόντων κίνδυνοι τὴν Ῥώμην χαλεποὶ καὶ ἀπροσδόκητοι κατέσχον, οὓς εἰ μὴ θεία τις πρόνοια διεσκέδασε, δυεῖν κακῶν θάτερον ἂν αὐτῇ συνέπεσεν, ἢ δόξαν αἰσχίστην ἐνεγκεῖν ξενοκτονίας ἢ φόνων ἅψασθαι πολιτικῶν.? ἀφ ἧς δ αἰτίας εἰς τούτους ἦλθε τοὺς κινδύνους, μικρὰ τῶν πρόσθεν ἀναλαβὼν δι ὀλίγων πειράσομαι διελθεῖν. ἐν τῷ παρελθόντι ἐνιαυτῷ τὸν Σαυνιτικὸν πόλεμον ὑπὲρ ἁπάσης Καμπανίας ἡ τῶν Ῥωμαίων πόλις ἀραμένη καὶ τρισὶ νικήσασα μάχαις τοὺς ἀντιταχθέντας ἐβούλετο μὲν ἁπάσας ἀπάγειν τὰς δυνάμεις ὡς οὐθενὸς ἔτι κινδύνου ταῖς πόλεσι καταλειπομένου:

δεομένων δὲ τῶν Καμπανῶν μὴ καταλιπεῖν αὐτοὺς συμμάχων ἐρήμους ὡς ἐπιθησομένων σφίσι τῶν Σαυνιτῶν, εἰ μηδεμίαν ἔχοιεν ξενικὴν βοήθειαν, ἔγνω τὸν ἀπαλλάξαντα τοῦ πολέμου τὰς πόλεις ὕπατον Μάρκον Οὐαλέριον ὅσην ἂν αὐτοὶ βουληθῶσι τρέφειν στρατιὰν ἐν ταῖς πόλεσι καταλιπεῖν. γενόμενος δὲ τῆς ἐξουσίας ταύτης κύριος ὁ ὕπατος, ὅσοις ἦν βουλομένοις ὀψώνια καὶ μισθοὺς φέρεσθαι τῆς φυλακῆς, τούτους καθίστησιν ἐν ταῖς πόλεσιν:

ἐν οἷς ἦν τὸ πλεῖον μέρος ἀνεστίων καὶ καταχρέων καὶ τὴν οἴκοι πενίαν καὶ ἀγνωσίαν ἀσμένως ἀποδιδρασκόντων. τούτους οἱ Καμπανοὶ ταῖς οἰκίαις ἀναλαμβάνοντες τραπέζαις τε ὑπεδέχοντο λαμπραῖς καὶ ταῖς ἄλλαις ἐξένιζον φιλοφροσύναις.

πολυτελὴς δὲ καὶ ἁβροδίαιτος ἱκανῶς τοῖς Καμπανίαν οἰκοῦσι καὶ νῦν ἐστι καὶ τότε ἦν ὁ βίος καὶ πάντα τὸν λοιπὸν ἔσται χρόνον, πολύκαρπόν τε πεδιάδα καὶ πολύβοτον καὶ πρὸς ὑγίειαν ἀνθρώποις γεωργοῦσιν ἀρίστην οὖσαν. κατ ἀρχὰς μὲν οὖν ἀγαπητῶς οἱ φρουροὶ τὴν φιλοξενίαν τῶν ἀνθρώπων ἐλάμβανον, ἔπειτα διαφθειρόμενοι τὰς ψυχὰς ὑπὸ τοῦ κόρου τῶν ἀγαθῶν πονηροὺς ὑπολογισμοὺς κατὰ μικρὸν ἐλάμβανον καὶ συνιόντες ἀλλήλοις ἔλεγον, ὡς ἀνοήτων ἀνθρώπων ποιήσουσιν ἔργον, εἰ τοσαύτην καταλιπόντες εὐδαιμονίαν ἐπὶ τὸν ἐν Ῥώμῃ βίον ἀνακάμψουσιν, ἔνθα λυπρὰ μὲν ἡ γῆ, πολλαὶ δὲ εἰσφοραί, πολέμων δὲ καὶ κακῶν ἀνάπαυσις οὐδεμία, τὰ δὲ τῶν κοινῶν πόνων ἆθλα παρ ὀλίγοις.

οἱ δὲ ἀσθενεῖς τοῖς βίοις καὶ τῶν καθ ἡμέραν ἀναγκαίων ἀποροῦντες καὶ ἔτι μᾶλλον οἱ τὰ χρέα μὴ δυνάμενοι διαλῦσαι τοῖς συμβαλοῦσι καὶ τὴν ἀνάγκην ἀποχρῶσαν εἶναι σύμβουλον τῶν συμφερόντων σφίσιν ἀποφαίνοντες ἄνευ τοῦ καλοῦ, οὐδ εἰ πάντες νόμοι τε καὶ ἄρχοντες τὰς ἐσχάτας τιμωρίας ἀπειλοῖεν αὐτοῖς Καμπανοῖς ἔτι μεθήσεσθαι τῆς παρούσης εὐδαιμονίας ἔλεγον καὶ τελευτῶντες εἰς τοσαύτην ἀπόνοιαν ἦλθον, ὥστε καὶ λέγειν ἐτόλμων:

τί δὴ καὶ δράσομεν δεινόν, ἐὰν Καμπανοὺς ἐκβαλόντες τὰς ἐκείνων πόλεις κατάσχωμεν·

οὗτοι γὰρ αὐτοὶ πρότερον οὐκ ἐκ τοῦ δικαίου κτησάμενοι τὴν γῆν κατέσχον, ἀλλ ἐπιξενωθέντες Τυρρηνοῖς τοῖς κατοικοῦσιν αὐτὴν καὶ τοὺς ἄνδρας ἅπαντας διαφθείραντες τάς τε γυναῖκας αὐτῶν καὶ τοὺς βίους καὶ τὰς πόλεις καὶ τὴν περιμάχητον χώραν παρέλαβον: ὥστε σὺν δίκῃ πείσονται πᾶν ὅ τι ἂν πάθωσιν αὐτοὶ τῆς παρανομίας κατάρξαντες καθ ἑτέρων. τί δὴ καὶ τὸ κωλῦσον ἡμᾶς ἔσται ταῦτα μέχρι τοῦ παντὸς χρόνου καρποῦσθαι τἀγαθά·

Σαυνῖται μέν γε καὶ Σιδικῖνοι καὶ Αὔσονες καὶ πάντες οἱ περίοικοι τοσούτου δεήσουσι Καμπανοῖς τιμωροῦντες ἐφ ἡμᾶς γε στρατεύειν, ὥστε ἀποχρῆν ὑπολήψονταί σφισιν, εἰ τὰ ἑαυτῶν ἐάσομεν ἑκάστοις ἔχειν. Ῥωμαῖοι δὲ ἴσως μὲν καὶ κατ εὐχὴν δέξονται τὸ πραχθὲν ἅπασαν ἀξιοῦντες Ἰταλίαν ταῖς αὑτῶν ἀποικίαις κρατεῖσθαι:

εἰ δὲ ἀγανακτεῖν προσποιούμενοι πολεμίους ἡμᾶς κρίναντες οὐ τοσαῦτα δεινὰ διαθήσουσιν, ὅσα πείσονται πρὸς ἡμῶν. χώραν τε γὰρ αὐτῶν δῃώσομεν, ὅσον ἂν ἡμῖν δοκῇ, καὶ δεσμώτας ἐκ τῶν ἀγρῶν λύσομεν καὶ θεράποντας ἐλευθερώσομεν καὶ μετὰ τῶν ἐχθίστων αὐτοῖς Οὐολούσκων τε καὶ Τυρρηνῶν καὶ Σαυνιτῶν καὶ τῶν ἔτι ἐνδοιαστῶς ἀκρομωένων Λατίνων στησόμεθα. ἠναγκασμένοις δ ἀνθρώποις καὶ τὸν ἔσχατον περὶ ψυχῆς τρέχουσι δρόμον οὔτ ἄπορον οὐδὲν οὔτ ἀντίπαλον. τοιαῦτα διαλεγόμενοι πρὸς ἀλλήλους ὀλίγοι μὲν τὰ πρῶτα, ἔπειτα πλείους ἔγνωσαν ἐπιχειρεῖν ταῖς πόλεσι καὶ δι ὁρ´κων ἐδίδοσαν ἀλλήλοις τὸ πιστόν.

ἔφθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν εἰς τοὐμφανὲς ἀγαγοῦσα μήνυσις, ἣν τῶν συνομοσάντων τινὲς ἐποιήσαντο πρὸς τὸν ἕτερον τῶν ὑπάτων Μάρκιον, ᾧ τὸν κατὰ Σαυνιτῶν πόλεμον ὁ κλῆρος ἀπένειμεν, ἤδη παρειληφότα τὰς ἐν τῇ Ῥώμῃ καταγραφείσας δυνάμεις καὶ ὄντα ἐν ὁδῷ. ὁ δὲ ὕπατος ἀπροσδοκήτου καὶ δεινοῦ πράγματος ἀκούσας ἔκρινε μὴ δείξειν τὸ πρᾶγμα μηδ εἰδέναι δοκεῖν, ἀλλὰ δἰ ἀπάτης τινὸς καὶ στρατηγίας κωλῦσαι τὰ συμβησόμενα ταῖς πόλεσιν. ἀποστείλας δή τινας ἅμα τοῖς μηνυταῖς κατασκευαστοὺς εἰς τὰς πόλεις πρὶν αὐτὸς ἐλθεῖν, προσεσκεύασε λέγεσθαι πρὸς τοὺς ἐν ταῖς παραχειμασίαις, ὅτι τὰς μὲν φρουρὰς ἔγνω καταλιπεῖν ἐν ταῖς πόλεσι τὰς τότε οὔσας, ἐπειδὴ βουλομένοις ἐστὶ τοῖς Καμπανοῖς αὐτὰς μένειν, τῇ δ οἴκοθεν ἀφιγμένῃ σὺν αὐτῷ δυνάμει πολεμεῖν πρὸς Σαυνίτας παρασκευάζεται, καὶ ἔπεισεν ἅπαντας ταῦτα ὑπολαβεῖν.

ἀφικόμενος δὲ εἰς τὴν Καμπανίαν μετὰ τῆς στρατιᾶς ἁπάσης εἰς ἑκάστην παρῄει πόλιν καὶ τοὺς ἐν ταῖς φρουραῖς ἀνακαλούμενος διέκρινεν ἁπάντων τοὺς μετασχόντας τῆς συνωμοσίας.

ἔπειτα φιλανθρώπως ἑκάστοις διαλεγόμενος οὓς μὲν ἀπέλυσε τῶν σημείων, ὡς ἂν χαριζόμενος τὴν ἄφεσιν τῆς στρατείας, οὓς δὲ τῷ πρεσβευτῇ καὶ τῷ χιλιάρχῳ παραδοὺς ὡς ἐπὶ χρείας δή τινας στρατιωτικὰς ἀπέλυσεν - οὗτοι δ ἦσαν οἱ πονηρότατοι καὶ οὐχ ὑπομένοντες ἀφεῖσθαι τῆς στρατείας - ἐντειλάμενος τοῖς ἄγουσιν αὐτοὺς εἰς Ῥώμην διακομίσαι καὶ φυλάττειν ἐν ἀδήλοις φυλακαῖς, χωρίσαντας ἄλλους ἀπ ἄλλων, ἑώς ἂν αὐτὸς ἀφίκηται. τοῖς δὲ ἀνδράσιν ἐνθυμουμένοις, ὅτι πάντες οἱ κορυφαιότατοι τῆς συνωμοσίας οἱ μὲν ἀπολύονται τῶν σημείων, οἱ δ ἀποστέλλονται δίχα τῶν ἄλλων ὁποιδήποτε, λογισμὸς εἰσῆλθε περιφανῆ γεγονέναι σφῶν τὴν συνωμοσίαν καὶ μετὰ τοῦτο δέος, εἰ χωρὶς ἀλλήλων γένοιντο καὶ τὰ ὅπλα θεῖεν, μὴ δίκας ὑπόσχωσιν εἰς Ῥώμην ἀπαχθέντες:

συνιόντες τε κατ ὀλίγους ἐσκόπουν, τί χρὴ πράττειν. ἔπειτα γνώμην τινῶν εἰσηγησαμένων περὶ ἀποστάσεως, ἐπαινέσαντες τὸ βούλευμα καὶ πίστεις ἀπορρήτους ἐν ἀλλήλοις ποιησάμενοι, οἱ τῆς στρατείας ἀφειμένοι περὶ Ταρρακίναν πόλιν ἐν ἐπιτηδείοις χωρίοις παρ αὐτὴν τὴν ὁδὸν στρατοπεδεύονται.

ἔπειθ οἱ μετὰ τοῦ πρεσβευτοῦ καὶ τῶν χιλιάρχων ἀποστελλόμενοι τοὺς ἡγεμόνας καταλιπόντες, ἐστὶ δ οὓς καὶ τῶν ἀγόντων σφᾶς στρατιωτῶν πείσαντες ἀποστῆναι, περὶ τὸν αὐτὸν ἱδρύονται τόπον.

ὡς δὲ ἅπαξ οὗτοι τὰς παρόδους κατελάβοντο, πολλοὶ προσῄεσαν αὐτοῖς ὁσημέραι, καὶ χεὶρ ἐγένετο περὶ αὐτοὺς καρτερά: ἔπειτα τὰ δεσμωτήρια ἁπάντων, ὅσα κατὰ τοὺς ἀγροὺς ἦν, ἐλύετο καὶ συνέρρει . . . εσξορ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION