호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δηλοῦν δὲ τοῦτο καὶ τοὐπίγραμμα ὅπερ ἐποίησε Θεαίτητοσ· Πυθαγόρην τινά, Πυθαγόρην, ὦ ξεῖνε, κομήτην, ᾀδόμενον πύκτην εἰ κατέχεισ Σάμιον, Πυθαγόρησ ἐγώ εἰμι· τὰ δ’ ἔργα μου εἴ τιν’ ἔροιο Ἠλείων, φήσεισ αὐτὸν ἄπιστα λέγειν. Τοῦτον ὁ Φαβωρῖνόσ φησιν ὁρ́οισ χρήσασθαι διὰ τῆσ μαθηματικῆσ ὕλησ, ἐπὶ πλέον δὲ Σωκράτην καὶ τοὺσ ἐκείνῳ πλησιάσαντασ, καὶ μετὰ ταῦτ’ Ἀριστοτέλην καὶ τοὺσ στωικούσ. Ἀλλὰ μὴν καὶ τὸν οὐρανὸν πρῶτον ὀνομάσαι κόσμον καὶ τὴν γῆν στρογγύλην· ὡσ δὲ Θεόφραστοσ, Παρμενίδην· ὡσ δὲ Ζήνων, Ἡσίοδον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기