호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἥλιόν τε καὶ σελήνην καὶ τοὺσ ἄλλουσ ἀστέρασ εἶναι θεούσ· ἐπικρατεῖν γὰρ τὸ θερμὸν ἐν αὐτοῖσ, ὅπερ ἐστὶ ζωῆσ αἴτιον. τήν τε σελήνην λάμπεσθαι ὑφ’ ἡλίου. καὶ ἀνθρώποισ εἶναι πρὸσ θεοὺσ συγγένειαν, κατὰ τὸ μετέχειν ἄνθρωπον θερμοῦ· διὸ καὶ προνοεῖσθαι τὸν θεὸν ἡμῶν. εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέροσ αἰτίαν εἶναι τῆσ διοικήσεωσ. διήκειν τ’ ἀπὸ τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέροσ τοῦ τε ψυχροῦ καὶ παχέοσ. καλοῦσι δὲ τὸν μὲν ἀέρα ψυχρὸν αἰθέρα, τὴν δὲ θάλασσαν καὶ τὸ ὑγρὸν παχὺν αἰθέρα. ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰσ τὰ βένθη δύεσθαι καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기