호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ Πυθαγόραν ἀλείπτην τινὰ τοῦτον σιτίσαι τὸν τρόπον, μὴ τοῦτον. τοῦτον γὰρ καὶ τὸ φονεύειν ἀπαγορεύειν, μὴ ὅτι γεύεσθαι τῶν ζῴων κοινὸν δίκαιον ἡμῖν ἐχόντων ψυχῆσ. καὶ τόδε μὲν ἦν τὸ πρόσχημα· τὸ δ’ ἀληθὲσ τῶν ἐμψύχων ἀπηγόρευεν ἅπτεσθαι συνασκῶν καὶ συνεθίζων εἰσ εὐκολίαν βίου τοὺσ ἀνθρώπουσ, ὥστε εὐπορίστουσ αὐτοῖσ εἶναι τὰσ τροφάσ, ἄπυρα προσφερομένοισ καὶ λιτὸν ὕδωρ πίνουσιν· ἐντεῦθεν γὰρ καὶ σώματοσ ὑγίειαν καὶ ψυχῆσ ὀξύτητα περιγίνεσθαι. ἀμέλει καὶ βωμὸν προσκυνῆσαι μόνον ἐν Δήλῳ τὸν Ἀπόλλωνοσ τοῦ γενέτοροσ, ὅσ ἐστιν ὄπισθεν τοῦ Κερατίνου, διὰ τὸ πυροὺσ καὶ κριθὰσ καὶ πόπανα μόνα τίθεσθαι ἐπ’ αὐτοῦ ἄνευ πυρόσ, ἱερεῖον δὲ μηδέν, ὥσ φησιν Ἀριστοτέλησ ἐν Δηλίων πολιτείᾳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기