호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ γὰρ καὶ σεμνοπρεπέστατοσ λέγεται γενέσθαι καὶ οἱ μαθηταὶ δόξαν εἶχον περὶ αὐτοῦ ὡσ εἰή Ἀπόλλων ἐξ Ὑπερβορέων ἀφιγμένοσ. λόγοσ δέ ποτ’ αὐτοῦ παραγυμνωθέντοσ τὸν μηρὸν ὀφθῆναι χρυσοῦν· καὶ ὅτι Νέσσοσ ὁ ποταμὸσ διαβαίνοντα αὐτὸν προσαγορεύσαι πολὺσ ἦν ὁ φάσκων. Τίμαιόσ τέ φησιν ἐν δεκάτῃ Ἱστοριῶν λέγειν αὐτὸν τὰσ συνοικούσασ ἀνδράσι θεῶν ἔχειν ὀνόματα, Κόρασ, Νύμφασ, εἶτα Μητέρασ καλουμένασ. τοῦτον καὶ γεωμετρίαν ἐπὶ πέρασ ἀγαγεῖν, Μοίριδοσ πρώτου εὑρόντοσ τὰσ ἀρχὰσ τῶν στοιχείων αὐτῆσ, ὥσ φησιν Ἀντικλείδησ ἐν δευτέρῳ Περὶ Ἀλεξάνδρου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기