- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, D, Kef q'. KARNEADHS 4:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, D, Kef q'. KARNEADHS 4:)

Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώπων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα.? " "τί μέντοι· φέρονται δ αὐτοῦ ἐπιστολαὶ πρὸς Ἀριαράθην τὸν Καππαδοκίας βασιλέα. τὰ δὲ λοιπὰ αὐτοῦ οἱ μαθηταὶ συνέγραψαν: αὐτὸς δὲ κατέλιπεν οὐδέν. ἔστι καὶ εἰς τοῦτον ἡμῶν τῷ λογαοιδικῷ μέτρῳ [καὶ Ἀρχεβουλείῳ]: τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν· ἀμαθὴς γὰρ ὃς οὔτι κάτοιδεν ὅπως δεδοίκει τὸ θανεῖν: ὅτε καὶ φθισικήν ποτ ἔχων κακίστην νόσον, οὐκ ἔθελεν λύσιν ἰσχέμεν: ἀλλ ἀκούσας ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη, "δότε τόινυν," ἔφησε, "τὶ κἀμὲ πιεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION