호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἦν δὲ καὶ μεγαλοφωνότατοσ, ὥστε τὸν γυμνασίαρχον προσπέμψαι αὐτῷ μὴ οὕτω βοᾶν· τὸν δὲ εἰπεῖν, "καὶ δὸσ μέτρον φωνῆσ. " ἔνθεν εὐστόχωσ ἑλόντα ἀμείψασθαι· φάναι γάρ, "μέτρον ἔχεισ τοὺσ ἀκούοντασ. " δεινῶσ τ’ ἦν ἐπιπληκτικὸσ καὶ ἐν ταῖσ ζητήσεσι δύσμαχοσ· τά τε δεῖπνα λοιπὸν παρῃτεῖτο διὰ τὰσ προειρημένασ αἰτίασ. οὗτόσ ποτε Μέντοροσ τοῦ Βιθυνοῦ μαθητοῦ ὄντοσ καὶ παρ’ αὐτὸν ἐλθόντοσ εἰσ τὴν διατριβήν, ὡσ ἐπείρα αὐτοῦ τὴν παλλακὴν ὁ Μέντωρ, καθά φησι Φαβωρῖνοσ ἐν Παντοδαπῇ ἱστορίᾳ, μεταξὺ λέγων παρῴδησεν εἰσ αὐτόν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기