호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔλεγε δὲ τοὺς ἐν ᾅδου μᾶλλον ἂν κολάζεσθαι εἰ ὁλοκλήροις καὶ μὴ τετρημένοις ἀγγείοις ὑδρο- φόρουν.? πρὸς τὸν ἀδολέσχην λιπαροῦντα αὐτῷ συλλαβέσθαι, "τὸ ἱκανόν σοι ποιήσω," φησίν, "ἐὰν παρακλήτους πέμψῃς καὶ αὐτὸς μὴ ἔλθῃς. " πλέων μετὰ πονηρῶν λῃσταῖς περιέπεσε: τῶν δέ, "ἀπολώλαμεν," εἰπόντων, "ἐὰν γνωσθῶμεν," "ἐγὼ δέ γε," φησίν, "ἐὰν μὴ γνωσθῶ. " τὴν οἰήσιν ἔλεγε προκοπῆς ἐγκοπήν. πρὸς τὸν μικρολόγον πλούσιον, "οὐχ οὗτος," ἔφη, "τὴν οὐσίαν κέκτηται, ἀλλ ἡ οὐσία τοῦτον. " ἔλεγε τοὺς μικρολόγους τῶν μὲν ὑπαρχόντων ὡς ἰδίων ἐπιμελεῖσθαι, ὡς δ ἐξ ἀλλοτρίων μηδὲν ὠφελεῖσθαι. τῇ μὲν ἀνδρείᾳ νέους ὄντας ἔφη χρῆσθαι, τῇ δὲ φρονήσει γηράσκοντας ἀκμάζειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기