호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀγὼ κατακαύσασ αὐτοῦ τὰ συγγράμματα καὶ πάντα συγξύσασ Ἀθήναζε ἦλθον καὶ ἐφιλοσόφησα. ταύτησ τοι γενεῆσ τε καὶ αἵματοσ εὔχομαι εἶναι. ταῦτά ἐστι τὰ κατ’ ἐμέ. ὥστε παυσάσθωσαν Περσαῖόσ τε καὶ Φιλωνίδησ ἱστοροῦντεσ αὐτά· σκόπει δέ με ἐξ ἐμαυτοῦ. " Καὶ ἦν ὡσ ἀληθῶσ ὁ Βίων τὰ μὲν ἄλλα πολύτροποσ καὶ σοφιστὴσ ποικίλοσ καὶ πλείστασ ἀφορμὰσ δεδωκὼσ τοῖσ βουλομένοισ καθιππάζεσθαι φιλοσοφίασ· ἔν τισι δὲ καὶ πομπικὸσ καὶ ἀπολαῦσαι τύφου δυνάμενοσ. πλεῖστά τε καταλέλοιπεν ὑπομνήματα, ἀλλὰ καὶ ἀποφθέγματα χρειώδη πραγματείαν περιέχοντα. οἱο͂ν ὀνειδιζόμενοσ ἐπὶ τῷ μὴ θηρᾶσαι μειράκιον, "οὐχ οἱο͂́ντε," εἶπεν, "ἁπαλὸν τυρὸν ἀγκίστρῳ ἐπισπᾶσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기