호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνθα καὶ παραιτούμενος ἑκάστοτε τὰς ἐπικυλικείους ἐξηγήσεις πρὸς Ἀριδείκην προτείνοντά τι θεώρημα καὶ ἀξιοῦντα εἰς αὐτὸ λέγειν εἶπεν, "ἀλλ αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, τὸ τὸν καιρὸν ἑκάστων ἐπίστασθαι.? " εἰς δὲ τὸ διαβαλλόμενον αὐτοῦ φίλοχλον καὶ Τίμων τά τ ἄλλα φησίν, ἀτὰρ δὴ καὶ τοῦτον τὸν τρόπον: ὣς εἰπὼν ὄχλοιο περίστασιν εἰσκατέδυνεν. οἱ δέ μιν ἠϋ´τε γλαῦκα πέρι σπίζαι τερατοῦντο ἠλέματον δεικνύντες, ὁθούνεκεν ὀχλοάρεσκος. οὐ μέγα πρῆγμα, τάλας: τί πλατύνεαι ἠλίθιος ὥς· Οὐ μὴν ἀλλ οὕτως ἄτυφος ἦν ὥστε τοῖς μα- θηταῖς παρῄνει καὶ ἄλλων ἀκούειν. καί τινος Χίου νεανίσκου μὴ εὐαρεστουμένου τῇ διατριβῇ αὐτοῦ, ἀλλ Ιἑρωνύμου τοῦ προειρημένου, αὐτὸς ἀπαγαγὼν συνέστησε τῷ φιλοσόφῳ, παραινέσας εὐτακτεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기