호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ καὶ αὐτὸν ὑγιάναντα διακούειν Πολέμωνος, ἐφ ᾧ καὶ μάλιστα θαυμασθῆναι.? λέγεται δὲ καὶ τὴν οὐσίαν καταλιπεῖν Ἀρκεσιλάω, ταλάντων οὖσαν δυοκαίδεκα. καὶ ἐρωτηθέντα πρὸς αὐτοῦ ποῦ βούλεται ταφῆναι, εἰπεῖν: ἐν γῆς φίλης μυχοῖσι κρυφθῆναι καλόν. λέγεται δὲ καὶ ποιήματα γράψαι καὶ ἐν τῇ πατρίδι ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ σφραγισάμενος αὐτὰ θεῖναι. καί φησι Θεαίτητος ὁ ποιητὴς περὶ αὐτοῦ οὑτωσί: ἥνδανεν ἀνθρώποις, ὁ δ ἐπὶ πλέον ἥνδανε Μούσαις Κράντωρ, καὶ γήρως ἤλυθεν οὔτι πρόσω. γῆ, σὺ δὲ τεθνηῶτα τὸν ἱερὸν ἄνδρ ὑπόδεξαι: ἠρέμα καὶ κεῖθι ζῴη ἐν εὐθενίῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기