호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Νικοστράτου γοῦν ποτε τοῦ ἐπικαλουμένου Κλυταιμνήστρα ἀναγινώσκοντόσ τι τοῦ ποιητοῦ αὐτῷ τε καὶ Κράτητι, τὸν μὲν συνδιατίθεσθαι, τὸν δ’ ἴσα καὶ μὴ ἀκοῦσαι. καὶ ὅλωσ ἦν τοιοῦτοσ οἱο͂́ν φησι Μελάνθιοσ ὁ ζωγράφοσ ἐν τοῖσ Περὶ ζωγραφικῆσ· φησὶ γὰρ δεῖν αὐθάδειάν τινα καὶ σκληρότητα τοῖσ ἔργοισ ἐπιτρέχειν, ὁμοίωσ δὲ κἀν τοῖσ ἤθεσιν. ἔφασκε δὲ ὁ Πολέμων δεῖν ἐν τοῖσ πράγμασι γυμνάζεσθαι καὶ μὴ ἐν τοῖσ διαλεκτικοῖσ θεωρήμασι, καθάπερ ἁρμονικόν τι τέχνιον καταπιόντα καὶ μὴ μελετήσαντα, ὡσ κατὰ μὲν τὴν ἐρώτησιν θαυμάζεσθαι, κατὰ δὲ τὴν διάθεσιν ἑαυτοῖσ μάχεσθαι. Ἦν οὖν ἀσόλοικόσ τισ καὶ γενναῖοσ, παρῃτημένοσ ἅ φησιν Ἀριστοφάνησ περὶ Εὐριπίδου, "ὀξωτὰ καὶ σιλφιωτά," ἅπερ, ὡσ ὁ αὐτόσ φησι, καταπυγοσύνη ταῦτ’ ἐστὶ πρὸσ κρέασ μέγα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기