- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, D, Kef. b'. CENOKRATHS 2:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, D, Kef. b'. CENOKRATHS 2:)

καί ποτε καὶ Φρύνην τὴν ἑταίραν ἐθελῆσαι πειρᾶσαι αὐτόν, καὶ δῆθεν διωκομένην ὑπό τινων καταφυγεῖν εἰς τὸ οἰκίδιον.? τὸν δὲ ἕνεκα τοῦ ἀνθρωπίνου εἰσδέξασθαι, καὶ ἑνὸς ὄντος κλινιδίου δεομένῃ μεταδοῦναι τῆς κατακλίσεως: καὶ τέλος πολλὰ ἐκλιπα- ροῦσαν ἄπρακτον ἀναστῆναι. λέγειν τε πρὸς τοὺς πυνθανομένους ὡς οὐκ ἀπ ἀνδρός, ἀλλ ἀπ ἀνδριάντος ἀνασταίη. ἔνιοι δὲ Λαϊ´δα φασὶ παρακατακλῖναι αὐτῷ τοὺς μαθητάς: τὸν δὲ οὕτως εἶναι ἐγκρατῆ, ὥστε καὶ τομὰς καὶ καύσεις πολλάκις ὑπομεῖναι περὶ τὸ αἰδοῖον. ἦν δὲ καὶ ἀξιόπιστος σφόδρα, ὥστε μὴ ἐξὸν ἀνώμοτον μαρτυρεῖν, τούτῳ μόνῳ συνεχώρουν Ἀθηναῖοι. καὶ δὴ καὶ αὐταρκέστατος ἦν. Ἀλεξάνδρου γοῦν ποτὲ συχνὸν ἀργύριον ἀποστείλαντος αὐτῷ, τρισχιλίας Ἀττικὰς ἀφελὼν τὸ λοιπὸν ἀπέπεμψεν, εἰπὼν ἐκείνῳ πλειόνων δεῖν πλείονας τρέφοντι. ἀλλὰ καὶ <τὸ> ὑπ Ἀντιπάτρου πεμφθὲν μὴ προσέσθαι, ὥς φησι Μυρωνιανὸς ἐν Ὁμοίοις. καὶ χρυσῷ στεφάνῳ τιμηθέντα ἐπάθλῳ πολυποσίας τοῖς Χουσὶ παρὰ Διονυσίῳ ἐξιόντα θεῖναι πρὸς τὸν ἱδρυμένον Ἑρμῆν, ἔνθαπερ τιθέναι καὶ τοὺς ἀνθινοὺς εἰώθει. λόγος δὲ αὐτὸν μετὰ καὶ ἄλλων πεμφθῆναι πρεσβευτὴν πρὸς Φίλιππον: καὶ τοὺς μὲν δώροις μαλθασσομένους καὶ εἰς τὰς κλήσεις συνιέναι καὶ τῷ Φιλίππῳ λαλεῖν: τὸν δὲ μηδέτερον τούτων ποιεῖν. οὔτε γὰρ ὁ Φίλιππος αὐτὸν προσίετο διὰ τοῦτο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION