호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ξενοκράτης Ἀγαθήνορος Χαλκηδόνιος:? οὗτος ἐκ νέου Πλάτωνος ἤκουσεν, ἀλλὰ καὶ εἰς Σικελίαν αὐτῷ συναπεδήμησεν. ἦν δὲ τὴν φύσιν νωθρός, ὥστε λέγειν τὸν Πλάτωνα συγκρίνοντα αὐτὸν Ἀριστοτέλει, "τῷ μὲν μύωπος δεῖ, τῷ δὲ χαλινοῦ. " καὶ "ἐφ οἱο῀ν ἵππον οἱο῀ν ὄνον ἀλείφω. " σεμνὸς δὲ τά τ ἄλλα Ξενοκράτης καὶ σκυθρωπὸς ἀεί, ὥστε αὐτῷ λέγειν συνεχὲς τὸν Πλάτωνα, "Ξενόκρατες, θῦε ταῖς Χάρισι. " διῆγέ τ ἐν Ἀκαδημείᾳ τὰ πλεῖστα: καὶ εἴ ποτε μέλλοι εἰς ἄστυ ἀνιέναι, φασὶ τοὺς θορυβώδεις πάντας καὶ προυνίκους ὑποστέλλειν αὐτοῦ τῇ παρόδῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기