호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πλούταρχος δέ φησιν ἐν τῷ Λυσάνδρου βίῳ καὶ Σύλλα φθειρσὶν ἐκζέσαι αὐτόν.? ἦν δὲ καὶ τὸ σῶμα διακεχυμένος, ὥς φησι Τιμόθεος ἐν τῷ Περὶ βίων. οὗτος, φησί, πρὸς τὸν ἐρῶντα πλούσιον ἀμόρφου ἔφη, "τί δέ σοι δεῖ τούτου· ἐγὼ γάρ σοι δέκα ταλάντων εὐμορφοτέραν εὑρήσω. " Καταλέλοιπε δὲ πάμπλειστα ὑπομνήματα καὶ διαλόγους πλείονας, ἐν οἷς καὶ Ἀρίστιππον τὸν Κυρηναῖον. Περὶ πλούτου α. Περὶ ἡδονῆς α. Περὶ δικαιοσύνης α. Περὶ φιλοσοφίας α. Περὶ φιλίας α. Περὶ θεῶν α. Φιλόσοφος α. Πρὸς Κέφαλον α. Κέφαλος α. Κλεινόμαχος ἢ Λυσίας α. Πολίτης α. Περὶ ψυχῆς α. Πρὸς Γρύλλον α.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기