- 텍스트

Diodorus Siculus, Library, fragmenta libri ix, chapter 33 9:

(디오도로스 시켈로스, Library, fragmenta libri ix, chapter 33 9:)

ὅτι μετὰ τὸ γενέσθαι αἰχμάλωτον Κροῖσον καὶ τὴν πυρὰν σβεσθῆναι, ἰδὼν τὴν πόλιν διαρπαζομένην καὶ πρὸς τοῖς ἄλλοις πολὺν ἄργυρόν τε καὶ χρυσὸν διαφορούμενον, ἐπηρώτησε τὸν Κῦρον, τί ποιοῦσιν οἱ στρατιῶται.? τοῦ δὲ μετὰ γέλωτος ἀποκριθέντος, τὰ σὰ χρήματα διαρπάζουσι. μὰ Δία μὲν οὖν, εἶπεν, ἀλλὰ τὰ σά: Κροίσου γὰρ ἴδιον οὐκέτι οὐθὲν ὑπάρχει. ὁ δὲ Κῦρος θαυμάσας τὸν λόγον εὐθὺς μετενόησε καὶ τοὺς στρατιώτας ἀνείρξας τῆς διαρπαγῆς εἰς τὸ βασιλικὸν ἀνέλαβε τὰς τῶν Σαρδιανῶν κτήσεις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION