호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι Κῦρος, ὁ Καμβύσου μὲν υἱὸς καὶ Μανδάνης τῆς θυγατρὸς Ἀστυάγους τοῦ Μήδων βασιλέως, ἀνδρείᾳ καὶ συνέσει καὶ ταῖς ἄλλαις ἀρεταῖς ἐπρώτευε τῶν καθ αὑτόν:? βασιλικῶς γὰρ αὐτὸν ὁ πατὴρ ἦγε παιδεύων, ζῆλον ἐμποιῶν τῶν κρατίστων. καὶ ἔκδηλος ἦν ἁδρῶν ἁψόμενος πραγμάτων διὰ τὸ τὴν ἀρετὴν προφαίνειν ὑπὲρ τὴν ἡλικίαν. ὅτι Ἀστυάγης ὁ τῶν Μήδων βασιλεὺς ἡττηθεὶς καὶ φυγὼν αἰσχρῶς δι ὀργῆς εἶχε τοὺς στρατιώτας:
καὶ τοὺς μὲν ἐφ ἡγεμονιῶν τεταγμένους ἅπαντας ἀπαλλάξας, ἑτέρους ἀντ ἐκείνων κατέστησε, τοὺς δὲ τῆς φυγῆς αἰτίους ἅπαντας ἐπιλέξας ἀπέσφαξε, νομίζων τῇ τούτων τιμωρίᾳ τοὺς ἄλλους ἀναγκάσειν ἄνδρας ἀγαθοὺς ἐν τοῖς κινδύνοις γενέσθαι: ὠμὸς γὰρ ἦν καὶ φύσει ἀπηνής. οὐ μὴν τὰ πλήθη κατεπλάγη αὐτοῦ τὴν βαρύτητα, ἀλλ ἕκαστος μισήσας τὸ βίαιον καὶ παράνομον τῆς πράξεως μεταβολῆς ὠρέγετο. διὸ καὶ κατὰ λόχους ἐγίνοντο συνδρομαὶ καὶ λόγοι ταραχώδεις, παρακαλούντων ἀλλήλους τῶν πλείστων πρὸς τὴν κατὰ τούτου τιμωρίαν. ὅτι Κῦρος, ὥς φασιν, οὐ μόνον ἦν κατὰ τὸν πόλεμον ἀνδρεῖος, ἀλλὰ καὶ πρὸς τοὺς ὑποτεταγμένους εὐγνώμων καὶ φιλάνθρωπος.
διόπερ αὐτὸν οἱ Πέρσαι προσηγόρευσαν πατέρα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기