- 텍스트

Diodorus Siculus, Library, fragmenta libri ix, chapter 19

(디오도로스 시켈로스, Library, fragmenta libri ix, chapter 19)

ὃς Φάλαρις Περίλαον τὸν χαλκουργὸν ἐκεῖνον τὸν Ἀττικὸν κατέκαυσεν ἐν ταύρῳ τῷ χαλκέῳ.? γράφει περὶ τοῦ ταύρου δὲ Λουκιανὸς ὁ Σύρος, Διόδωρος καὶ Πίνδαρος, σὺν τούτοις τε μυρίοι. οὗτος γὰρ τὸ μηχάνημα τοῦ ταύρου χαλκουργήσας τοῖς μυξωτῆρσι τοῦ βοὸς ἐτέκτηνεν αὐλίσκους, ἀνέπτυξε καὶ θύραν δὲ πρὸς τῷ πλευρῷ τοῦ ταύρου: καὶ δῶρον τῷ Φαλάριδι τοῦτον τὸν ταῦρον ἄγει. Φάλαρις δὲ τὸν ἄνθρωπον ἐν δώροις δεξιοῦται, τὸ δὲ μηχάνημα θεοῖς καθιεροῦν κελεύει. ὡς δ ἀναπτύξας τὸ πλευρὸν ὁ χαλκουργὸς ἐκεῖνος δόλον τὸν κακομήχανον ἐξεῖπεν ἀπανθρώπως, εἴ τινα βούλει, Φάλαρι, κολάζειν τῶν ἀνθρώπων, ἔνδον τοῦ ταύρου κατειργνὺς πῦρ ὑποστρώννυ κάτω: δόξει δ ὁ ταῦρος στεναγμοῖς μυκᾶσθαι τοῖς ἐκείνου, σὺ δ ἡδονὴν τοῖς στεναγμοῖς ἕξεις αὐλοῖς μυκτήρων. τοῦτο μαθὼν ὁ Φάλαρις καὶ μυσαχθεὶς ἐκεῖνον, ἄγε, φησί, Περίλαε, σὺ πρῶτος δεῖξον τοῦτο, καὶ τοὺς αὐλοῦντας μίμησαι, τράνωσόν σου τὴν τέχνην. ὡς δὲ παρέδυ μιμητὴς δῆθεν τῶν αὐλημάτων, κλείει τὸν ταῦρον Φάλαρις καὶ πῦρ ὑποσωρεύει. ὅπως δὲ τὸ χαλκούργημα θανὼν μὴ ἐμμιάνῃ, κατὰ πετρῶν ἐκρήμνισεν ἐξάξας ἡμιθνῆτα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION