호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ ἐγγύα, πάρα δ’ ἄτα, τινὲσ ὑπέλαβον γάμον ἀπαγορεύειν· τὴν γὰρ τοῦ γάμου σύνθεσιν παρὰ τοῖσ πλείστοισ τῶν Ἑλλήνων ἐγγύην ὀνομάζεσθαι, καὶ βεβαιωτὴσ ὁ κοινὸσ βίοσ, ἐν ᾧ πλεῖσται καὶ μέγισται γίνονται συμφοραὶ διὰ τὰσ γυναῖκασ. ἔνιοι δέ φασιν ἀνάξιον εἶναι Χίλωνοσ διὰ τὸ μὴ δύνασθαι ἀναιρουμένου τοῦ γάμου διαμένειν τὸν βίον, τὴν δὲ ἄτην ἀποφαίνεσθαι παρεῖναι ἐγγύαισ ταῖσ ἐπὶ τῶν συμβολαίων καὶ ταῖσ ὑπὲρ τῶν ἄλλων διομολογήσεσι περὶ χρημάτων. καὶ Εὐριπίδησ οὐκ ἐγγυῶμαι· ζημίαν φιλεγγύων σκοπῶν· τὰ Πυθοῖ δ’ οὐκ ἐᾷ με γράμματα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기