호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ γὰρ γνῶθι σαυτὸν παραγγέλλει παιδευθῆναι καὶ φρόνιμον γενέσθαι· οὕτω γὰρ ἄν τισ ἑαυτὸν γνοίη· ἢ ὅτι οἱ ἄμοιροι παιδείασ καὶ ἀλόγιστοι κατὰ τὸ πλεῖστον ἑαυτοὺσ συνετωτάτουσ ὑπειλήφασιν, ἥπερ ἐστὶ τῶν ἀμαθιῶν ἀμαθεστάτη κατὰ τὸν Πλάτωνα, ἢ ὅτι τοὺσ πονηροὺσ ἐπιεικεῖσ ἡγοῦνται, τοὺσ δὲ χρηστοὺσ ἀνάπαλιν φαύλουσ· μόνωσ γὰρ ἄν τισ οὕτωσ ἑαυτὸν γνοίη καὶ ἕτερον, τυχὼν παιδείασ καὶ συνέσεωσ περιττοτέρασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기