- 텍스트

Diodorus Siculus, Library, fragmenta libri ix, chapter 4

(디오도로스 시켈로스, Library, fragmenta libri ix, chapter 4)

ὅτι ὁ αὐτὸς πρὸς τῇ τοῦ βίου καταστροφῇ ὁρῶν Πεισίστρατον πρὸς χάριν τὰ πλήθη δημαγωγοῦντα καὶ πρὸς τυραννίδα παρορμῶντα, τὸ μὲν πρῶτον λόγοις ἐπεχείρησεν ἀποτρέπειν ταύτης τῆς ἐπιβολῆς:? οὐ προσέχοντος δὲ αὐτοῦ προῆλθεν εἰς τὴν ἀγορὰν μετὰ τῆς πανοπλίας παντελῶς ἤδη γεγηρακώς. συνδραμόντος δὲ τοῦ πλήθους πρὸς αὐτὸν διὰ τὸ παράδοξον, παρεκάλει τοὺς πολίτας ἀναλαβεῖν τὰ ὅπλα καὶ παραχρῆμα καταλύειν τὸν τύραννον:

οὐδενὸς δὲ αὐτῷ προσέχοντος, καὶ πάντων αὐτοῦ μανίαν καταγινωσκόντων, τινῶν δὲ παραγηρᾶν αὐτὸν ἀποφαινομένων, ὁ μὲν Πεισίστρατος ἤδη τινὰς δορυφόρους περιαγόμενος προσῆλθε τῷ Σόλωνι καὶ ἐπύθετο τίνι θαρρῶν τὴν τυραννίδα καταλύειν αὐτοῦ βούλεται, τοῦ δὲ εἰπόντος ὅτι τῷ γήρᾳ, θαυμάσας τὴν φρόνησιν αὐτοῦ οὐδὲν αὐτὸν ἠδίκησεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION