호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀντιλαγχάνει μοι τὴν μὴ οὖσαν Βοιωτὸν αὑτὸν προσαγορεύσασ. καίτοι ἐξ ἀρχῆσ τ’ ἔδει ἐᾶν αὐτὸν τελέσασθαι τὴν δίκην κατὰ Βοιωτοῦ, εἴπερ μηδὲν προσῆκεν αὐτῷ τοὐνόματοσ, ὕστερόν τε μὴ αὐτὸν φαίνεσθαι ἐπὶ τῷ ὀνόματι τούτῳ ἀντιλαγχάνοντα τὴν μὴ οὖσαν. ὃσ οὖν αὐτὸσ αὑτοῦ κατέγνω δικαίωσ <ἂν> εἶναι Βοιωτόσ, τί ὑμᾶσ ἀξιώσει τοὺσ ὀμωμοκότασ ψηφίζεσθαι; ὡσ δὲ ταῦτ’ ἀληθῆ λέγω, λαβέ μοι τὴν ἀντίληξιν καὶ τὸ ἔγκλημα τουτί. ἈντίληξισἜγκλημα εἰ μὲν τοίνυν οὗτοσ ἔχει δεῖξαι νόμον ὃσ ποιεῖ κυρίουσ εἶναι τοὺσ παῖδασ τοῦ ἑαυτῶν ὀνόματοσ, ἃ λέγει νῦν οὗτοσ ὀρθῶσ ἂν ψηφίζοισθε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기