호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ τοίνυν θαυμάσαιμ’ ἄν, εἰ καὶ δακρύειν καὶ ἐλεινοὺσ ἑαυτοὺσ πειρῷντο ποιεῖν. ἐγὼ δ’ ἀξιῶ πρὸσ ταῦθ’ ὑπολαμβάνειν ἅπαντασ ὑμᾶσ, ὅτι τῶν αἰσχρῶν ἐστι, μᾶλλον δ’ οὐδὲ δικαίων, τὰ μὲν ὄντα κατεσθίοντασ καὶ παροινοῦντασ μετ’ Ἀριστοκράτουσ καὶ Διογνήτου καὶ τοιούτων ἑτέρων αἰσχρῶσ καὶ κακῶσ ἀνηλωκέναι, τὰ δ’ ἀλλότρι’ ὥστε λαβεῖν, δακρύειν νυνὶ καὶ κλάειν. ἐπ’ ἐκείνοισ ἐκλάετ’ ἄν, οἷσ ἐποιεῖτε, δικαίωσ. νῦν δ’ οὐ δεῖ δακρύειν, ἀλλ’ ὡσ οὐκ ἀφήκατε δεικνύναι, ἢ ὡσ εἰσὶν ὧν ἀφήκατ’ αὖθισ ὑμῖν δίκαι, ἢ ὡσ εἰκοστῷ λαγχάνειν ἔτει δίκαιόν ἐστι, τοῦ νόμου πέντ’ ἔτη τὴν προθεσμίαν δεδωκότοσ· ταῦτα γάρ ἐστιν ὑπὲρ ὧν οὗτοι δικάζουσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기