호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἵνα δὲ μηδ οἰήσθ εἶναί τι ταῦτα, ἔστι μὲν οὐκ ἴσον πῶς γάρ· πρὸς τοὺς πράξαντας διαλυσαμένους τῶν οὐκ εἰδότων κατηγορεῖν, ὅμως μέντοι, ὦ Ξενοπείθη καὶ Ναυσίμαχε, εἰ μεγάλ ὑμῖν καὶ θαυμάστ εἶναι τὰ δίκαια ταῦθ ὑπολαμβάνετε, ἀποδόντες τὰ τρία τάλαντα περαίνετε. ὧν δὲ τοῦ μὴ κατηγορῆσαι τοσαῦτα χρήματ ἐπράξασθε, πρὶν ἂν ταῦτ ἀποδῶτε, σιωπᾶν ἐστὲ δίκαιοι, καὶ μὴ κατηγορεῖν καὶ ἔχειν: ἔσχατον γὰρ ἤδη πραγμάτων τοῦτό γε.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기