호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ μὲν οὖν οὔτ’ ἠδίκηκα τοῦτον οὐδὲν οὔτ’ εἰσαγώγιμοσ ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, ταῦτ’ ἄν τισ σκοπῶν ῥᾳδίωσ γνοίη. οὐδὲν τοίνυν δίκαιον ἔχων οὐδὲ καθ’ ἓν λέγειν ὑπὲρ ὧν ἐγκαλεῖ, ἀλλὰ καὶ ψευδῆ γεγραφὼσ εἰσ τὸ ἔγκλημα καὶ περὶ ὧν ἀφῆκε δικαζόμενοσ, τοῦ ἐξελθόντοσ μηνόσ, ὦ ἄνδρεσ Ἀθηναῖοι, ἐπειδὴ ἔμελλον εἰσιέναι τὴν δίκην, ἤδη τῶν δικαστηρίων ἐπικεκληρωμένων, προσελθὼν καὶ περιστήσασ τοὺσ μεθ’ ἑαυτοῦ, τὸ ἐργαστήριον τῶν συνεστώτων, πρᾶγμα ποιεῖ πάνδεινον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기