호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ περὶ ὧν ἔγνω τὸ δικαστήριον, ἔστιν εἰπεῖν ὡσ ἐξαπατηθὲν τοῦτ’ ἐποίησεν, καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῷ νόμῳ καθ’ ἑκάστου γένοιτ’ ἄν τισ εἰκότωσ λόγοσ. ἃ δ’ αὐτὸσ ἐπείσθη καὶ ἀφῆκεν, οὐκ ἔνι δήπουθεν εἰπεῖν οὐδ’ αὑτὸν αἰτιάσασθαι, ὡσ οὐ δικαίωσ ταῦτ’ ἐποίησεν. οἱ μὲν οὖν παρά τι τῶν ἄλλων τούτων δικαζόμενοι τοῖσ ὑφ’ ἑτέρων δικαίοισ ὡρισμένοισ οὐκ ἐμμένουσιν, ὁ δ’ ὧν ἂν ἀφῇ πάλιν λαγχάνων τοῖσ ὑφ’ ἑαυτοῦ. διὸ πάντων μάλιστ’ ἄξιον τούτοισ χαλεπαίνειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기