호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι πῶς ἔχει λόγον σέ, Ἀπολλόδωρον ὄντα, πρότερον τῶν κοινῶν, ὧν μέρος ἠδικοῦ, δίκην ἀξιοῦν λαμβάνειν, ἢ τῶν ἰδίων ὧν νῦν ἐγκαλεῖς, ἄλλως τε καὶ τηλικούτων ὄντων, ὡς σὺ φής· τί ποτ οὖν ἐκείνων κατηγορῶν τόνδ εἰάς· οὐκ ἠδικοῦ, ἀλλ οἶμαι συκοφαντεῖς νῦν. ἡγοῦμαι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντων μάλιστ εἰς τὸ πρᾶγμ εἶναι τούτων μάρτυρας παρασχέσθαι: τὸν γὰρ συκοφαντοῦντ ἀεὶ τί χρὴ νομίζειν νῦν ποιεῖν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기