호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἔγωγε μὰ τὸν Δία καὶ θεοὺς πανταχῇ σκοπῶν οὐδὲν ὁρῶ, δι ὅ τι ἂν σοὶ πεισθέντες τουδὶ καταψηφίσαιντο. τί γάρ· ὅτι πλησίον ὄντων τῶν ἀδικημάτων ἐγκαλεῖς· ἀλλ ἔτεσι καὶ χρόνοις ὕστερον αἰτιᾷ. ἀλλ ὅτι τοῦτον ἀπράγμων ἦσθα τὸν χρόνον· καὶ τίς οὐκ οἶδεν ὅσα πράγματα πράττων οὐ πέπαυσαι, οὐ μόνον δίκας ἰδίας διώκων οὐκ ἐλάττους ταυτησί, ἀλλὰ δημοσίᾳ συκοφαντῶν καὶ κρίνων τίνας οὔ· οὐχὶ Τιμομάχου κατηγόρεις· οὐχὶ Καλλίππου τοῦ νῦν ὄντος ἐν Σικελίᾳ· οὐ πάλιν Μένωνος· οὐκ Αὐτοκλέους· οὐ Τιμοθέου· οὐκ ἄλλων πολλῶν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기