Demosthenes, Speeches 31-40, Παραγραφὴ ὑπὲρ Φορμίωνος 57:

(데모스테네스, Speeches 31-40, Παραγραφὴ ὑπὲρ Φορμίωνος 57:)

χωρὶσ δὲ τούτων, ἐτῶν ἴσωσ εἴκοσι τῆσ ἐξ ἀρχῆσ νεμηθείσησ οὐσίασ, ἧσ αὐτὸσ ἐπεμελεῖτο, τὰσ προσόδουσ, πλέον ἢ μνᾶσ τριάκοντα. ἐὰν δ’ ἅπαντα συνθῆτε, ὅσ’ ἐνείματο, ὅσ’ εἰσεπράξατο, ὅσ’ εἴληφε μίσθωσιν, πλέον ἢ τετταράκοντα τάλαντ’ εἰληφὼσ φανήσεται, χωρὶσ ὧν οὗτοσ εὖ πεποίηκεν, καὶ τῶν μητρῴων, καὶ ὧν ἀπὸ τῆσ τραπέζησ ἔχων οὐκ ἀποδίδωσι πένθ’ ἡμιταλάντων καὶ ἑξακοσίων δραχμῶν.

SEARCH

MENU NAVIGATION