호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅταν δ’ ὑπὸ τῶν τοῦδ’ ὑποσχέσεων ὑπάγεσθαι φῇ, μέμνησθ’ ὅτι μάρτυρασ ὑμῖν παρεσχήμεθα, οἳ χρόνον πολὺν τοῦδ’ ἀπηλλαγμένου μισθωταὶ τούτοισ ἐγίγνοντο τῆσ τραπέζησ καὶ τοῦ ἀσπιδοπηγείου. καίτοι τόθ’, ὁπηνίκ’ ἐμίσθωσεν ἐκείνοισ, τῷδ’ ἐγκαλεῖν παραχρῆμ’ ἐχρῆν, εἴπερ ἀληθῆ ἦν ὑπὲρ ὧν τότ’ ἀφεὶσ νῦν τούτῳ δικάζεται. ὡσ τοίνυν ἀληθῆ λέγω, καὶ πρεσβεῖά τε τὴν συνοικίαν ἔλαβεν κατὰ τὴν διαθήκην, καὶ τῷδ’ οὐχ ὅπωσ ἐγκαλεῖν ᾤετο δεῖν, ἀλλ’ ἐπῄνει, λαβὲ τὴν μαρτυρίαν. Μαρτυρία ἵνα τοίνυν εἰδῆτ’, ὦ ἄνδρεσ Ἀθηναῖοι, ὅσα χρήματ’ ἔχων ἐκ τῶν μισθώσεων καὶ ἐκ τῶν χρεῶν ὡσ ἀπορῶν καὶ πάντ’ ἀπολωλεκὼσ ὀδυρεῖται, βραχέ’ ἡμῶν ἀκούσατε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기