호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι εἰ, ἣν ὁ πατὴρ παρέσχεν, ὑπὸ τοῦδ’ ἀπεστερεῖτο, αὐτὸν νῦν προσῆκεν ἐκείνοισ ἄλλοθεν πορίσαντα δεδωκέναι. ὡσ τοίνυν ταῦτ’ ἀληθῆ λέγω, καὶ ἐμίσθωσεν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, καὶ οὐδὲ τούτοισ παρέδωκεν ἰδίαν ἀφορμήν, ἀλλὰ τὰσ παρακαταθήκασ καὶ τὴν ἀπὸ τούτων ἐργασίαν αὐτὴν ἐμισθώσαντο, λαβέ μοι τὴν τούτων μαρτυρίαν, καὶ ὡσ τὸ ἀσπιδοπηγεῖον εἵλετο. Μαρτυρία μεμαρτύρηται μὲν τοίνυν ὑμῖν, ὦ ἄνδρεσ Ἀθηναῖοι, ὅτι καὶ τούτοισ ἐμίσθωσαν καὶ οὐ παρέδωκαν ἰδίαν ἀφορμὴν οὐδεμίαν, καὶ ἐλευθέρουσ ἀφεῖσαν ὡσ μεγάλ’ εὖ πεπονθότεσ, καὶ οὐκ ἐδικάζοντ’ οὔτ’ ἐκείνοισ τότ’ οὔτε τούτῳ. ὃν μὲν τοίνυν χρόνον ἡ μήτηρ ἔζη, ἡ πάντ’ ἀκριβῶσ ταῦτ’ εἰδυῖα, οὐδὲν ἔγκλημα πώποτ’ ἐποιήσατο πρὸσ τουτονὶ Φορμίων’ Ἀπολλόδωροσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기