호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ νέμονται τὴν ἄλλην οὐσίαν πλὴν ὧν ἐμεμίσθωθ οὑτοσί: τούτων δὲ τῆς προσόδου τὴν ἡμίσειαν τούτῳ ἀπεδίδοσαν. ἄχρι μὲν οὖν τούτου τοῦ χρόνου πῶς ἔνεστ ἐγκαλεῖν αὐτῷ μισθώσεως· οὐ γὰρ νῦν, ἀλλὰ τότ εὐθὺς ἔδει χαλεπαίνοντα φαίνεσθαι. καὶ μὴν οὐδὲ τὰς ἐπιγιγνομένας μισθώσεις ὡς οὐκ ἀπείληφεν ἔστ εἰπεῖν αὐτῷ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기