호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ταῦτ’ ἔπραξεν, ὦ ἄνδρεσ δικασταί, οἰκῶν μὲν Ἀθήνησιν, οὔσησ δ’ αὐτῷ γυναικὸσ ἐνθάδε καὶ παίδων, τῶν δὲ νόμων τὰ ἔσχατα ἐπιτίμια προτεθηκότων, εἴ τισ οἰκῶν Ἀθήνησιν ἄλλοσέ ποι σιτηγήσειεν ἢ εἰσ τὸ Ἀττικὸν ἐμπόριον, ἔτι δ’ ἐν τοιούτῳ καιρῷ, ἐν ᾧ ὑμῶν οἱ μὲν ἐν τῷ ἄστει οἰκοῦντεσ διεμετροῦντο τὰ ἄλφιτα ἐν τῷ ᾠδείῳ, οἱ δ’ ἐν τῷ Πειραιεῖ ἐν τῷ νεωρίῳ ἐλάμβανον κατ’ ὀβολὸν τοὺσ ἄρτουσ καὶ ἐπὶ τῆσ μακρᾶσ στοᾶσ τὰ ἄλφιτα, καθ’ ἡμίεκτον μετρούμενοι καὶ καταπατούμενοι. καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τήν τε μαρτυρίαν καὶ τὸν νόμον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기