호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σκέψασθε δέ, ὦ ἄνδρεσ Ἀθηναῖοι, ὅ τι ὁμολογεῖται παρ’ αὐτῶν τούτων καὶ τί ἀντιλέγεται· οὕτω γὰρ ἂν ἄριστα ἐξετάσαιτε. οὐκοῦν δανείσασθαι μὲν τὰ χρήματα ὁμολογοῦσι καὶ συνθήκασ ποιήσασθαι τοῦ δανείσματοσ, φασὶν δ’ ἀποδεδωκέναι τὸ χρυσίον Λάμπιδι τῷ Δίωνοσ οἰκέτῃ ἐν Βοσπόρῳ. ἡμεῖσ τοίνυν οὐ μόνον τοῦτο δείξομεν, ὡσ οὐκ ἀπέδωκεν, ἀλλ’ ὡσ οὐδ’ ἐνῆν αὐτῷ ἀποδοῦναι. ἀναγκαῖον δ’ ἐστὶν βραχέα τῶν ἐξ ἀρχῆσ διηγήσασθαι ὑμῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기