호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὸσ μὲν οὖν διὰ τοῦτο οὐκ ἐβούλετο ποιήσασθαι τὸ συμβόλαιον, ἐμὲ δ’ ἐκέλευεν πρᾶξαι ὅπωσ αὐτῷ ὡσ ἀσφαλέστατα ἕξει. λαβὼν δὲ ἐγὼ τὰσ ἑπτὰ μνᾶσ παρὰ τοῦ Παρμένοντοσ, καὶ τὰσ τρεῖσ ἃσ προειλήφει οὗτοσ παρ’ ἐκείνου, ἀνθομολογησάμενοσ πρὸσ τοῦτον, ὠνὴν ποιοῦμαι τῆσ νεὼσ καὶ τῶν παίδων, ἑώσ ἀποδοίη τάσ τε δέκα μνᾶσ ἃσ δι’ ἐμοῦ ἔλαβεν, καὶ τὰσ τριάκοντα ὧν κατέστησεν ἐμὲ ἐγγυητὴν τῷ τραπεζίτῃ. καὶ ὡσ ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν. Μαρτυρίαι τὸν μὲν τρόπον τοῦτον ἀπήλλαξεν τοὺσ χρήστασ Ἀπατούριοσ οὑτοσί. οὐ πολλῷ δὲ χρόνῳ μετὰ ταῦτα τῆσ τραπέζησ ἀνασκευασθείσησ, καὶ τοῦ Ἡρακλείδου κατ’ ἀρχὰσ κεκρυμμένου, ἐπιβουλεύει οὑτοσὶ τούσ τε παῖδασ ἐκπέμψαι Ἀθήνηθεν καὶ τὴν ναῦν ἐξορμίσαι ἐκ τοῦ λιμένοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기