호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι τοίνυν ἑτέρα τισ ἐστὶν ἐλπὶσ αὐτοῖσ τοῦ παρακρούσεσθαι καὶ φενακιεῖν ὑμᾶσ. αἰτιάσονται Δημοσθένην, καὶ ἐκείνῳ ἐμὲ πιστεύοντα φήσουσιν ἐξάγειν τουτονί, ὑπολαμβάνοντεσ τῷ ῥήτορα καὶ γνώριμον εἶναι ἐκεῖνον πιθανὴν ἔχειν τὴν αἰτίαν. ἐμοὶ δ’ ἐστὶ μέν, ὦ ἄνδρεσ Ἀθηναῖοι, Δημοσθένησ οἰκεῖοσ γένει καὶ πάντασ ὑμῖν ὄμνυμι τοὺσ θεοὺσ ἦ μὴν ἐρεῖν τἀληθῆ, προσελθόντοσ δ’ αὐτῷ μου καὶ παρεῖναι καὶ βοηθεῖν ἀξιοῦντοσ εἴ τι ἔχοι, Δήμων, ἔφη, ἐγὼ ποιήσω μὲν ὡσ ἂν σὺ κελεύῃσ καὶ γὰρ ἂν δεινὸν εἰή. δεῖ μέντοι καὶ τὸ σαυτοῦ καὶ τοὐμὸν λογίσασθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기