호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶσ γὰρ οὐκ αἰσχρὸν καὶ δεινὸν ἂν γένοιτο, εἰ Κεφαλλῆνεσ μέν, ὅπωσ τοῖσ Ἀθηναίοισ σωθῇ τὰ χρήματα, δεῦρο πλεῖν τὴν ναῦν ἔκριναν, ὑμεῖσ δ’ ὄντεσ Ἀθηναῖοι τὰ τῶν πολιτῶν τοῖσ καταποντίσαι βουληθεῖσιν δοῦναι γνοίητε, καὶ ἃ μὴ καταπλεῖν ὅλωσ οὗτοσ δεῦρ’ ἔπραττεν, ταῦτ’ εἰσαγώγιμα τούτῳ ψηφίσαισθε; μὴ δῆτ’, ὦ Ζεῦ καὶ θεοί. λέγε δή μοι τί παραγέγραμμαι. Παραγραφή λέγε δή μοι τὸν νόμον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기