- 텍스트

Demosthenes, Speeches 31-40, Πρὸς Βοιωτὸν περὶ Προικὸς Μητρῴας.? 70:

(데모스테네스, Speeches 31-40, Πρὸς Βοιωτὸν περὶ Προικὸς Μητρῴας. 70:)

οἵ γε πρὸς τοῖς ἄλλοις ἀρτίως γὰρ καὶ τοῦτο ἀνεμνήσθην εἰς τοσαύτην ὑπερβολὴν τόλμης ἥκουσιν, ὥστε καὶ Κρίτωνος μαρτυρίαν ἐνεβάλοντο, ὡς ἐώνηται τὸ τρίτον παρ ἐμοῦ μέρος τῆς οἰκίας: ἥν, ὅτι ψευδής ἐστι, ῥᾳδίως εἴσεσθε. πρῶτον μὲν γὰρ οὐχ οὕτω μετρίως ζῇ Κρίτων ὥστε παρ ἑτέρου οἰκίαν ὠνεῖσθαι, ἀλλ οὕτως πολυτελῶς καὶ ἀσώτως ὥστε πρὸς τοῖς ἑαυτοῦ καὶ τὰ τῶν ἄλλων ἀναλίσκειν: ἔπειτα οὐ μαρτυρεῖ τούτῳ νῦν, ἀλλ ἐμοὶ ἀντιδικεῖ: τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὅτι μάρτυρες μέν εἰσιν οὗτοι, οἷς μὴ μέτεστι τοῦ πράγματος περὶ οὗ ἡ δίκη ἐστίν, ἀντίδικοι δ οἱ κοινωνοῦντες τῶν πραγμάτων περὶ ὧν ἂν δικάζηταί τις αὐτοῖς· ὃ Κρίτωνι συμβέβηκεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION